ἡ τελευταία Ἱερουργία τοῦ Ἰησοῦ Χριστοῦ.
Σχετικαὶ Εὐαγγελικαὶ Ἀναφοραί:
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· Λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. (Ματθ.Κεφ.26.)
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ
ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ
γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα
ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. 57 καθὼς
ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται
δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ
τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν καὶ ἀπέθανον· ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν
αἰῶνα. (Ἰωάν. Κεφ.6.)
https://eonkrinaetos.blogspot.com/2016/04/blog-post.html
· Χριστὸς Ἀνέστη. /2016
https://eonkrinaetos.blogspot.com/2016/05/blog-post.html
https://eonkrinaetos.blogspot.com/2016/08/blog-post_19.html
https://eonkrinaetos.blogspot.com/2017/04/blog-post.html
· Χριστὸς Ἀνέστη! /2017
https://eonkrinaetos.blogspot.com/2017/04/blog-post_16.html
· Ἑλλὰς γὰρ μόνη ἀνθρωπογονεῖ…,
https://eonkrinaetos.blogspot.com/2017/08/blog-post_29.html
· Ἀνάστασις - Λαμπρή. /2022
https://eonkrinaetos.blogspot.com/2022/04/blog-post.html
· Ἀνάστασις - Λαμπρή. /2023
https://eonkrinaetos.blogspot.com/2023/12/2023.html