Κυριακή 25 Μαρτίου 2018

Εὐαγγελισμός, ἡ Ἑορτὴ τοῦ Ἔθνους τῶν Ἑλλήνων!


7η. τοῦ Δώρου, τοῦ 104ου. ἐωνικοῦ ἔτους, ἡμέρα τῆς Ῥέας.
25η. Μαρτίου 2018, ἡμέρα Πρώτη.

Εὐαγγελισμός τοῦ Λόγου Θεοῦ καί τοῦ Ἔθνους Του!!!
Ζήτω τό Γένος καί τό Ἔθνος τῶν Ἑλλήνων….!!!

Ἡ Μαρία, ὡς Ὑπάτη Ἱέρεια, δέχεται ἐνσυνειδήτως τὸ Πνεῦμα τῆς Γεννήτορος Δώρας, θείας Μητρὸς τοῦ Παντός, καὶ λέγει:
«Ἐγὼ καὶ ἡ μήτηρ μου ἕν ἐσμεν.»

Χαῖρε Μαρία.

Χαῖρε, δἰ ἦς ἡ χαρά ἐκλάμψει·
Χαῖρε, δἰ ἦς ἡ ἀρά ἐκλείψει.  [ἡ ἀρά= ἡ κατάρα (τοῦ Μωσαϊκοῦ Νόμου)]
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις·
Χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.
Χαῖρε, τό φῶς ἀῤῥήτως γεννήσασα·
Χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία·
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον·
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ·
Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα·
Χαῖρε τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον, ἐκβαλοῦσα τῆς ἀρχῆς·
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·  [τῆς τοῦ Μωσαϊκοῦ Νόμου]
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα·
Χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.
Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα·
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτό ἀγαγοῦσα·
Χαῖρε, δἰ ἧς ἐλύθη παράβασις·
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ Βασιλείας·
Χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.
Χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρώς·
Χαῖρε, σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργούσα·
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.  [τόν σπορέα τῆς ἀγνότητος]
Χαῖρε, καλή κουροτρόφε παρθένων·
Χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.
Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου·
Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα·
Χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ῥύπον.
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν·
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας·
Χαῖρε, ζωή μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου·
Χαῖρε, θησαυρέ τῆς ζωής ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν·
Χαῖρε, καύχημα σεβάσμιον Ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
Χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δἰ ἧς ἐγείρονται τρόπαια·
Χαῖρε, δἰ ἧς ἐχθροί καταπίπτουσι.
Χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, κλίμαξ ἐπουράνιε, δἰ ἥς κατέβη ὁ Θεός·
Χαῖρε, αὑγή μυστικῆς ἡμέρας.
Χαῖρε, πυρός προσκύνησιν παύσασα·
Χαῖρε, πύρινε στῦλε, οδηγῶν τούς ἐν σκότει·
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως·
Χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, Κιβωτέ χρυσωθεῖσα τῶ Πνεύματι·
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία·  [ὁ χρώς, τοῦ χρωτός (τῷ χρωτί - χρῷ, τόν χρῶτα, ὦ χρώς) τό πρέπον, τό δέον, τό ἀναγκαῖον, τό χρήσιμον, τό ἀτομικόν ἐμπράγματον ἀγαθόν, ἡ σωματοειδής Ὑπόστασις τοῦ Εἶναι.]  
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δέσποινα.  [τοῦ Σταμάτη Σπανουδάκη]
Despina (Δέσποινα)



Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια,
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια.
Ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε.
Ἀλλ᾽ ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον,
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω Σοι·
Χαίρε, Νύμφη Ἀνύμφευτε.

Θἄρθῃς ὡσάν ἀστραπή. [τοῦ Σταμάτη Σπανουδάκη]
Lightning strikes - Stamatis Spanoudakis
















© Copyright Ἱστολογίου Ὑπατία.
Δὲν ἐπιτρέπεται οὔτε κἂν ἡ περιορισμένη ἀντιγραφὴ
καὶ χρῆσις τῶν ἄρθρων τῆς παρούσης ἱστοσελίδος, παρὰ μόνον
διὰ ἰδιωτικὴν - ἀτομικὴν χρῆσιν, ὑπὸ τὴν ῥητὴν Ὑποχρέωσιν καὶ πάλιν
τοῦ ἐνεργοῦντος, νὰ ἀναφέρῃ τὸν Συγγραφέα,
καθώς καὶ τὴν πηγὴν προελεύσεως, ὡς ὁ νόμος ὁρίζει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου